Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.361 Joseph. AJ 8.365 (English) >>Joseph. AJ 8.370

8.363

Τῶν δὲ περὶ τὸν Ἄχαβον ὄντων τοιούτων κατὰ τὸν αὐτὸν καιρὸν τοῦ Ἀδάδου βασιλεύων τῶν Σύρων καὶ Δαμασκοῦ δύναμιν ἐξ ἁπάσης τῆς χώρας συναγαγὼν καὶ συμμάχους τοὺς πέραν Εὐφράτου βασιλέας ποιησάμενος τριάκοντα καὶ δύο ἐστράτευσεν ἐπὶ τὸν Ἄχαβον. 8.364 δʼ οὐκ ὢν ὅμοιος αὐτῷ τῇ στρατιᾷ πρὸς μάχην μὲν οὐ παρετάξατο, πάντα δʼ εἰς τὰς ὀχυρωτάτας πόλεις ἐγκλείσας τὰ ἐν τῇ χώρᾳ αὐτὸς μὲν ἔμεινεν ἐν Σαμαρείᾳ· τείχη γὰρ αὕτη λίαν ἰσχυρὰ περιεβέβλητο καὶ τὰ ἄλλα δυσάλωτος ἐδόκει· δὲ Σύρος ἀναλαβὼν τὴν δύναμιν ἧκεν ἐπὶ τὴν Σαμάρειαν καὶ περικαθίσας αὐτῇ τὸν στρατὸν ἐπολιόρκει. 8.365πέμψας δὲ κήρυκα πρὸς Ἄχαβον ἠξίου πρεσβευτὰς δέξασθαι παρʼ αὐτοῦ, διʼ ὧν αὐτῷ δηλώσει τί βούλεται. τοῦ δὲ τῶν Ἰσραηλιτῶν βασιλέως πέμπειν ἐπιτρέψαντος ἐλθόντες οἱ πρέσβεις ἔλεγον κατʼ ἐντολὴν τοῦ βασιλέως τὸν Ἀχάβου πλοῦτον καὶ τὰ τέκνα αὐτοῦ καὶ τὰς γυναῖκας Ἀδάδου τυγχάνειν· ἂν δʼ ὁμολογήσῃ καὶ λαβεῖν αὐτὸν τούτων ὅσα βούλεται συγχωρήσῃ, τὴν στρατιὰν ἀπάξει καὶ παύσεται πολιορκῶν αὐτόν. 8.366 δʼ Ἄχαβος τοῖς πρέσβεσιν ἐκέλευσε πορευθεῖσι λέγειν τῷ βασιλεῖ αὐτῶν, ὅτι καὶ αὐτὸς καὶ οἱ ἐκείνου πάντες κτήματά εἰσιν αὐτοῦ. 8.367ταῦτα δʼ ἀπαγγειλάντων πέμπει πάλιν πρὸς αὐτὸν ἀξιῶν ἀνωμολογηκότα πάντα εἶναι ἐκείνου δέξασθαι τοὺς πεμφθησομένους εἰς τὴν ἐπιοῦσαν ὑπʼ αὐτοῦ δούλους, οἷς ἐρευνήσασι τά τε βασίλεια καὶ τοὺς τῶν φίλων καὶ συγγενῶν οἴκους ἐκέλευε διδόναι πᾶν τι ἂν ἐν αὐτοῖς εὕρωσι κάλλιστον, “τὰ δʼ ἀπαρέσαντα σοὶ καταλείψουσιν.”



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.361 Joseph. AJ 8.365 (English) >>Joseph. AJ 8.370

Powered by PhiloLogic